Εἰς Ἱερώνυμον, τὸν Σερίπανδον
Εἶ μάλ᾿ εὐδαίμων
Σερίπανδε, κόσμου
ὅς μεμισηκὼς
θόρυβον κακίστου,
εὐσεβῆ πρόφρων
μοναχῶν σεβαστῶν
τὸν βίον
εἵλου.
Θεῖά σοι μέλλει
ὅπου, ἀσφαλείας
μεστὰ, παντοίαις
νοὸς ἠδὲ πλήρη
Χαρμοναῖς. ζηλοῖς
πατέρων παλαιῶν
σέμνια τ᾿ ἤθη.
Ἐσσὶ θρησκείας
παράδηγμ᾿ ἀληθοῦς.
εὐσεβὴς, ἁγνὸς,
καθαρὸς θ᾿ ὑπάρχει
σοὶ βίος. ψυχὴ
ὁσίη, σοφή τε
κηλίδος
ἐκτός.
Νῦν λύπας παύη
τόπος εὐάρεστος [debería ser παύει]
οὗτος, ὃν ναίης,
σέο καὶ μερίμνας
ἡπιᾷ, ὅς σοι
μοναχῶν διδοῦσι
πράγματα
πολλῶν.
Ἀξίως ἔνθεν
λιβυκοῦ γέροντος
συλλογὴν πᾶσαν
φρόνιμος διοικεῖς
νῦν ἀπών. ἧ τοὺς
κανόνας προτάττεις
νεύματι
μούνῳ.
Ὧδε σύντριψον.
προκαλεῖ γλυκεῖα
πατρίς, ἡ σειρὴν
γλαφυρὰ. παρόντος
σεῖο, καμπανῶν
ἱλαρῶς γελῶσι
πάντα τὰ
φῦλα.
ἥδεται πατρὸς
πολιοῦ Σεβήθου
ῥεῦμα, καὶ
βουνοί, ποταμοὶ σὺν ὕλαις,
καὶ χορὸς νυμηῶν
θαλερῶν, γλύκιστος
παυσιλυπός
τε.
ἠ δ᾿ ἐγὼ
εὐφραίνων πάλομαι μάλιστα
ἡδέως γὰρ μου
ὁράεις πρόσωπον.
καὶ με σῇ κνήμῃ
κατέχειν ἄνολβον
ἀξιόης δή.
Ἐσσί μοι Φοῖβος
Σερίπανδε μοῦνος.
εἴμι σου χωρὶς
ζοφερὸς κ᾿ ἀφεγγής,
σῆς γὰρ οἱ πυρσοὶ
ἀρετῆς ἀμώμου
φῶς μοι
ἱᾶσιν.
Εἶθε προσθεῖεν
μάκαρες πάνολβον
σοὶ βίον. ζῶν γὰρ
γέρης εἶ μέγιστον
πᾶσι σπουδαίοις,
κ᾿ ἀθρόος βοηθός,
ὢν
φιλόμουσος.